Εὐχή εἰς τήν Ὑπεραγίαν Θεοτόκον
Ὑπεραγία Θεοτόκε Παρθένε, σκέπε με, καί διαφύλαττε τὸν δοῦλόν σου ἀπὸ παντὸς κακοῦ ψυχῆς τε καὶ σώματος, καὶ ἀπὸ παντὸς ἐχθροῦ ὁρατοῦ καὶ ἀοράτου.
Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ. Εὐλογημένη σύ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.
Χαῖρε καὶ εὐφραίνου, Θεοτόκε Παρθένε, καὶ πρέσβευε ὑπὲρ τοῦ δούλου σου Κυρία καὶ Δέσποινα τῶν Ἀγγέλων καὶ Μήτηρ τῶν χριστιανῶν, βοήθησόν μοι τῷ δούλῳ σου.
Ὦ Μαρία παναμώμητε, χαῖρε νύμφη ἀνύμφευτε· χαῖρε ἡ χαρὰ τῶν θλιβομένων καὶ ἡ παραμυθία τῶν λυπουμὲνων.
Χαῖρε ἡ τροφὴ τῶν πεινώντων καὶ ὁ λιμὴν τῶν χειμαζομένων χαῖρε τῶν ἁγίων ἁγιωτέρα καὶ πάσης κτίσεως τιμιωτέρα· χαῖρε τοῦ Πατρὸς ἁγίασμα, τοῦ Υἱοῦ τὸ σκήνωμα, καὶ τοῦ ἁγίου Πνεύματος τὸ ἐπισκίασμα.
Χαῖρε τοῦ πάντων Βασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν τὸ τερπνὸν παλάτιον χαῖρε ἡ Μήτηρ τῶν ὀρφανῶν καί ἡ βακτηρία τῶν τυφλῶν χαῖρε τὸ καύχημα τῶν χριστιανῶν καὶ τῶν προσκαλουμένων σοι ὁ ἕτοιμος βοηθός.
Παναγία Δέσποινά μου, φύλαξόν με ὑπὸ τὴν σκέπην σου· ὅτι εἰς τὰς παναχράντους χεῖρας σου παρατίθημι τὸ πνεῦμα μου. Γενοῦ βοηθὸς καὶ σκέπη τῆς ψυχῆς μου ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, καὶ πρέσβευε ὑπὲρ ἐμοῦ τοῦ ἀναξίου ἵνα εἰσέλθω καθαρὸς καὶ ἁγνὸς εἰς τὸν Παράδεισον. Μὴ ἀπορρίψης με, Κυρία μου, τὸν δοῦλον σου· ἀλλὰ βοήθησόν μοι, καὶ δὸς μοι τὸ συμφέρον τῆς αἰτήσεως.
Λύτρωσαί με ἀπό παντὸς κινδύνου, ἐπιβουλῆς, ἀνάγκης καὶ ἀσθενείας, καὶ δώρησαί μοι πρὸ τοῦ τέλους μετάνοιαν ἵνα -σωζόμενος τῇ μεσιτείᾳ καὶ βοηθείᾳ σου, ἐν μὲν τῷ παρόντι βίῳ ἀπὸ παντὸς ἐχθροῦ ὁρατοῦ καὶ ἀοράτου, πορευόμενος θεαρέστως ἐν τοῖς θελήμασι τοῦ ἀγαπητοῦ σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν, ἐν δὲ τῇ φοβερᾷ ἡμέρα τῆς κρίσεως ἀπό τῆς αἰωνίου καὶ φοβερᾶς κολάσεως- προσκυνῶ, εὐχαριστῶ καὶ δοξάζω τὸ πανάγιόν σου ὄνομα εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἁγίου Δημητρίου Ροστώφ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου