Πέμπτη, 29 Σεπτεμβρίου 2016

Τετάρτη, 28 Σεπτεμβρίου 2016

Να έχωμεν αγάπην και υπομονήν εις όλα, να μη κατακρίνωμεν, να διώκωμεν τους κακούς λογισμούς

Να έχωμεν αγάπην και υπομονήν εις όλα, να μη κατακρίνωμεν, να διώκωμεν τους κακούς λογισμούς


Γέροντας Εφραίμ Φιλοθεΐτης
Ο Θεός είναι αγάπη και όλος ευσπλαγχνία. Ας μη Τον λυπώμεν εις τίποτε! Σταυρόν δι’ ημάς υπέμεινε, η κεφαλή Του τρυπημένη από τον ακάνθινον στέφανον, η πλευρά από την λόγχην, οι πόδες από τους ήλους, τα νώτα από τας μαστιγώσεις, το πανάγιον στόμα Του από την χολήν και το όξος, η καρδία Του από τον πόνον των ύβρεων και την αχαριστίαν. Γυμνός επάνω εις τον Σταυρόν, εμπρός εις τόσον δαιμονισμένον όχλον. Αυτόν, παιδιά μου, τον Ιησούν μας ας μην Τον λυπώμεν με τας απροσεξίας μας, πονά χειρότερα, εκείνοι, οι Εβραίοι, ήσαν οι εχθροί Του, ενώ ημείς είμεθα οι βαπτισμένοι εις το άγιον Όνομά Του, οι μαθηταί Του, οι αφιερωμένοι εις την υπηρεσίαν Του! Οι μαθηταί Του τον εγκατέλειψαν από τον φόβον των Εβραίων, και πόσον επικράθη δεν λέγεται! Και τώρα όσοι Τον αρνούνται, όσοι Τον εγκαταλείπουν, όσοι άλλα Του υπόσχονται και άλλα πράττουν, πως θα ευρεθούν κοντά Του κατά την ώραν της κρίσεως; Τι θα είπουν, όταν αρχίση ο Χριστός μας να απαριθμή ένα ένα τα παθήματά Του και αυτοί θα έχουν να παρουσιάσουν άρνησιν και πλήθος κακών; Ας προσέχωμεν την ζωήν μας, παιδιά μου. Να έχωμεν αγάπην και υπομονήν εις όλα, να μη κατακρίνωμεν, να διώκωμεν τους κακούς λογισμούς, να ταπεινούμεθα, να ενθυμούμεθα την δύσκολον ώραν του θανάτου και της κρίσεως. Όταν όλα αυτά τα πράττετε, να ηξεύρετε πως με το Χριστό μας θα ζήσετε αιώνια! Ωσάν άγγελοι κοντά εις τον θρόνον Του, θα ψάλλετε άσματα αιώνια και πανευφρόσυνα! Τι ευτυχία τότε! Πως όλα τα εδώ θα ξεχασθούν! Μόνον χαρά και πάσχα χωρίς τέλος! Δόξα τω Θεώ, τω διδόντι ημίν την νίκην.
Πηγή: Εξομολογεῖσθε τῶ Κυρίῳ

Τρίτη, 27 Σεπτεμβρίου 2016

Ἑσπερινὴ Εὐχὴ Δευτέρας

Ἑσπερινὴ Εὐχὴ Δευτέρας

∆έξαι δέησιν ῥυπαροῦ καὶ ἀκαθάρτου στόματος, ∆έσποτα τῶν ἁπάντων, φιλάνθρωπε Ἰησοῦ Χριστέ, καὶ μὴ βδελύξῃ με, ὡς ἀνάξιον ὄντα καὶ ἀσύνετον, μηδὲ τὴν ψυχήν μου τῷ ᾅδῃ προσεγγίζουσαν, ἀναξίαν κρίνῃς τῆς σῆς παρακλήσεως.
Ζήτησόν με, ὡς τὸ ἀπολωλὸς πρόβατον, ὅτι πάσης προθυμίας καὶ ἐννοίας ἔρημος γέγονα εἰς τὸ διορθώσασθαι ἐμαυτόν.
Ἐκτυφλωθεὶς γὰρ ταῖς ἡδοναῖς, ἐσκοτισμένην ἔχω μου τὴν ψυχήν, καὶ ἀπὸ τῆς μέθης τῶν παθῶν πεπωρωμένην ἔχω μου τὴν καρδίαν.
Ἐξομολογοῦμαί σοι, Κύριε, Σωτὴρ τοῦ κόσμου, πᾶσαν πικρότητα ἐμήν, πονηρίαν, ἀλογίαν.
Ἐρῶ πάλιν πᾶσαν σου τερπνότητα, γλυκύτητα, ἃς μετ' ἐμοῦ ἐποίησας ἕνεκεν τῆς χρηστότητός σου, φιλάνθρωπε.
Ἀπὸ πρώτης ἡλικίας ἐγενόμην παροξυντής, ἀπρόθυμος εἰς τὸ ἀγαθόν, πάσης κακίας ἐφευρετής, πάσης ἁμαρτίας ῥᾳδιουργός.
Αὐτὸς δέ, ὧ ∆έσποτα, ὑπερεῖδες πᾶσαν ἐμὴν πονηρίαν διὰ τοὺς πολλούς σου οἰκτιρμούς, Υἱὲ τοῦ Θεοῦ.
Ἡ κεφαλή μου ἀνυψοῦται τῇ χάριτί σου, ∆έσποτα·
ταπεινοῦται δὲ πάλιν δι' ἐμὰς ἁμαρτίας.
Ἕλκει με πάλιν ἡ χάρις σου εἰς τὴν ζωήν, κἀγὼ μᾶλλον εἰς θάνατον εὐπροθύμως βαδιοῦμαι, ὅτι ἡ κακίστη τῆς χαυνότητός μου συνήθεια ἕλκει με καὶ μὴ θέλοντα πρὸς ἑαυτήν.
∆εινή ἐστιν ἡ τῶν παθῶν συνήθεια·
δεσμεύει μου τὴν διάνοιαν ἐν δεσμοῖς ἀλύτοις·
καὶ ποθεινὰ εὑρίσκονται ἀεὶ ἐμοὶ τὰ δεσμά.
Συνηθείᾳ τῶν παγίδων δεσμοῦμαι ὁ ἄθλιος, καὶ χαίρω δεσμούμενος.
Βεβύθισμαι ἐν τῷ πικροτάτῳ ᾅδῃ, καὶ ἥδομαι.
Καθ' ἑκάστην ἀνανεοῖ τὰ δεσμά μου ὁ Ἐχθρός, καὶ ἀγάλλομαι.
Ὢ τῆς πολυτεχνίας τοῦ Ἐχθροῦ!
(Οὐ) δεσμεῖ με δεσμοῖς, οἷσπερ ἐγὼ οὐ βούλομαι, ἀλλὰ ἀεὶ προσφέρει μοι τοιαῦτα δεσμὰ καὶ παγίδας, ἅσπερ ἐγὼ μετὰ πολλῆς ἡδύτητος δέχομαι·
γινώσκει γάρ μου τὴν πρόθεσιν ἰσχυροτέραν εἶναι, καὶ ἐν ῥιπῇ φέρει δεσμόν, ὃν βούλομαι.
Τοῦτο πένθος, τοῦτο κλαυθμός, ὄνειδος καὶ αἰσχύνη·
ὅτι πεπέδημαι ἐγὼ ἐν τοῖς ἐμοῖς θελήμασι.
∆υνάμενος γὰρ συντρίψαι τὰ δεσμὰ ἐν μιᾷ ῥοπῇ, καὶ γενέσθαι ἐλεύθερος ἀπὸ πασῶν τῶν παγίδων, οὐ βούλομαι τοῦτο ποιῆσαι, χαυνότητι κρατούμενος, καὶ ἤθεσι τῶν παθῶν δουλούμενος τῇ προθέσει.
Τοῦτό ἐστι πάλιν δεινότερον, καὶ πένθος αἰσχύνης γέμον, ὅτι ἐγὼ συνέρχομαι τοῖς θελήμασι τοῦ Ἐχθροῦ μου.
∆εσμεύει με, καὶ θανατοῦμαι ἐν πάθεσιν, οἷς αὐτὸς ἀγάλλεται.
∆υνάμενος δὲ συντρίψαι τὰ δεσμά, οὐ βούλομαι.
∆υνάμενος ἐκφυγεῖν τῶν παγίδων, οὐχ αἱροῦμαι.
Ἔστιν ἄρα πικρότερον τοῦ πένθους τούτου καὶ τοῦ κλαυθμοῦ;
Ἔστιν ἄρα ἑτέρα αἰσχύνη ταύτης χαλεπωτέρα;
Οὐκ ἔστιν, οἶμαι, πικρότερον τῆς αἰσχύνης ταύτης, τοῦ ποιεῖν τινα τὰ θελήματα τοῦ ἐχθροῦ αὐτοῦ.
Καὶ οὕτως ἔχων ὁ τάλας, καὶ ινώσκων τὰ δεσμά μου, κρύπτω αὐτὰ ἀπὸ (τῶν θεατῶν καθ' ὥραν ἐν σχήματι) εὐλαβείας.
Ἡ ἐμὴ δὲ συνείδησις (ἐλέγχει με ταῦτα πράττοντα.
Καθ' ἑκάστην) ἐλέγχει με·
τί οὐ νήφεις, ἄθλιε;
Ἢ οὐκ οἶδας ὅτι ἐπὶ θύραις ἐστὶν ἡ φοβερὰ ἡμέρα τῆς κρίσεως;
Ἀνάστηθι ὡς δυνατός·
διάρρηξον τὰ δεσμά σου.
Ἐν σοί ἐστιν ἡ δύναμις τῆς λύσεως καὶ τῆς δέσεως.
Ταῦτα ἀεὶ ἐλέγχει με ἡ ἁγία συνείδησις, καὶ οὐ θέλω ἐκ τῶν δεσμῶν τῶν παγίδων ἀπαλλαγῆναι.
Ὀδύρομαι καὶ στενάζω περὶ τούτων καθ' ἡμέραν, καὶ ἐν αὐτοῖς τοῖς πάθεσιν εὑρίσκομαι δεδεμένος, τάλας καὶ ἄθλιος ἐγώ, ἀπρόκοπος εἰς τὸ ἀγαθὸν τῆς ἐμῆς ζωῆς, μὴ φοβούμενος ἐν παγίσι τοῦ θανάτου.
Τὸ σῶμα περίκειται σχῆμά τι εὐλαβείας ἐνώπιον τῶν θεατῶν, ἡ δὲ ψυχὴ πεπέδηται ἐν λογισμοῖς ἀπρεπέσιν.
Ἔξωθεν εὐλαβοῦμαι μετὰ σπουδῆς, καὶ ἔνδοθεν εἰμὶ βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ.
Γλυκαίνω μου τὴν λαλιὰν τοῖς ἀνθρώποις, πικρὸς ὢν αὐτὸς καὶ πονηρὸς τῇ προαιρέσει.
Καὶ τί ἄρα ποιήσω ἐν ἡμέρᾳ διαγνώσεως, ὅταν ὁ Θεὸς δηλοῖ πάντα ἐπὶ βήματος;
Φόβος μέγας ταλανίζει τὴν καρδίαν μου συνεχῶς, ἐπειδὴ συνέχομαι σειραῖς τῶν ἀπείρων μου ἀνομιῶν.
Ἐγὼ αὐτὸς ἐπίσταμαι ὅτι ἐκεῖ κολάζομαι, ἐὰν μὴ ὧδε δυσωπήσω ἐν δάκρυσι τὸν ∆ικαστήν.
Χάριν τούτου οὐ συνέχεις τοὺς οἰκτιρμούς σου, ∆έσποτα, ἐν ὀργῇ, ὅτι αὐτὸς ἐκδέχῃ τὴν ἐμὴν ἐπιστροφήν.
Οὐ γὰρ θέλεις τινὰ ἰδεῖν ἐν τῷ πυρὶ καιόμενον, ὅτι πάντας ἀνθρώπους θέλεις σωθῆναι εἰς τὴν ζωήν.
Θαρρῶν οὖν τοῖς οἰκτιρμοῖς σου, Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ, προσπίπτω σοι δεόμενος·
ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με·
ἐξάγαγε ἐκ φυλακῆς ἀνομιῶν τὴν ψυχήν μου, καὶ ἐκλάμψῃ μοι ἀκτὶς φωτὸς ἐν τῇ ἐμῇ διανοίᾳ, πρὶν ἀπέλθω εἰς τὴν (κρίσιν τὴν) μέλλουσάν μοι (καὶ) φοβεράν, ὅπου παντελῶς οὐκ ἔστι περὶ κακῶν μετανοεῖν.
Φόβος μέγας με λαμβάνει τὸν ἄθλιον καὶ ἀσελγῆ, πῶς ὑπάγω ἀνέτοιμος ὅλος καὶ γυμνὸς τῶν ἀρετῶν.
Φόβος καὶ δειλία συνέχει με, ὅτι ὁρῶ ἐμαυτὸν ἀπρόθυμον εἰς τὸ ἀγαθόν·
ἐναντίοις δὲ χειμάζομαι λογισμοῖς, ὅτι πείθομαι τοῖς δαίμοσι ταῖς ἡδοναῖς (με) πρὸς ἀπώλειαν δελεάζουσιν.
Ἐν πολλοῖς εἰμὶ δοκῶν χρησιμεύειν, εἰ μὴ τὴν ἐμαυτοῦ ἐλέγξω συνείδησιν.
Ἔοικα ἐμπόρῳ ῥᾳθύμῳ καὶ ὀκνηρῷ ζημιουμένῳ καθ' ἡμέραν κεφάλαιον μετὰ κέρδους.
Οὕτως ἐγὼ ὁ ταλαίπωρος ζημιοῦμαι τὰ οὐράνια ἀγαθὰ ἐν τοῖς πολλοῖς περισπασμοῖς τοῖς ἕλκουσί με εἰς τὰ κακά.
Αἴσθομαι γὰρ εἰς ἐμαυτόν, πῶς κλέπτομαι καθ' ὥραν, καὶ μὴ θέλων εὑρίσκομαι εἰς ἅπερ μισῶ.
Ἐξίσταμαι ἐν τῇ ἐμῇ προαιρέσει τῇ κακίστῃ ἐν θλίψεσιν, ἐν αἷς ἀεὶ ἁμαρτάνει διαφόρως.
Ἐξίσταμαι ἐν τῇ ἐμῇ μετανοίᾳ, πῶς οὐκ ἔχει τὸ στερεὸν θεμέλιον οἰκοδομῆς τὴν ἐγκράτειαν·
οὐ γὰρ ἐᾷ αὐτὴν ὁ ἐχθρὸς τῆς ψυχῆς μου.
Καθ' ἑκάστην τίθημι θεμέλιον τῆς οἰκοδομῆς, καὶ πάλιν ταῖς ἐμαῖς χερσὶ καταλύω μου τὸν κάματον.
Οὐκ ἔβαλεν ἀρχὴν καλὴν ἡ καλή μου μετάνοια.
Τέλος πάλιν οὔπω ἔχει ἡ κακίστη μου ἀμέλεια.
∆εδούλωμαι χαυνότητι θελήματι τοῦ ἐχθροῦ μου, εὐπροθύμως ἐπιτελῶν πάντα τὰ αὑτοῦ ἐράσμια.
Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ πολὺ ἀμύθητον, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὰς δακρύων, ἵνα βρύωσιν ἀεὶ δάκρυα, καὶ κλαύσω διαπαντὸς πρὸς τὸν οἰκτίρμονα Θεόν, ἵνα πέμψας τὴν χάριν αὐτοῦ ἁμαρτωλῷ (ἀνασπάσῃ) ἐκ θαλάττης μαινομένης ἐν κύμασιν ἁμαρτιῶν, χειμαζούσης τὴν ψυχήν μου ἐν ζάλαις καθ' ὥραν;
Τὰ γὰρ ἐμὰ θελήματα ἐνίκησαν τὰ τραύματα, μὴ δεχόμενα παντελῶς ἐπιδέσμους ἰάσεως.
Ἡ ἄσωτος ἐκείνη γυνὴ ἐξαίφνης σώφρων ὤφθη, πτοηθεῖσα καὶ σπουδάσασα, ἐπειδὴ ἐμίσησε τὰ ἔργα τῆς αἰσχρᾶς ἁμαρτίας, μεμνημένη τὴν μέλλουσαν αἰσχύνην τὴν αἰώνιον καὶ τῆς κολάσεως τὴν ἀφόρητον ὀδύνην.
Ἐγὼ δὲ ἕνεκεν τῶν παθῶν τῆς ἁμαρτίας, καθ' ἑκάστην εὐχόμενος οὐκ ἀφίσταμαι τούτων, ἀλλ' ἐπιμένω ἀεὶ ὁ παράφρων τῇ κακῇ μου συνηθείᾳ.
Ἐπ' ἐλπίδι μετανοίας ἐστί μου ἡ προσδοκία, κλεπτόμενος ἐν τῇ αὐτῆς ὑποσχέσει ματαίᾳ.
Ἀεὶ λέγων μετανοεῖν, οὐδέποτε μετανοῶ.
Τοῖς ῥήμασι μόνον μετανοῶ μετὰ σπουδῆς, τοῖς ἔργοις μῆκος πολὺ ἀπέχω τῆς μετανοίας.
(Εἰ δὲ εἰμὶ ἐν ἀνέσει,) λανθάνω μου (καὶ) τὴν φύσιν, ὅτι ποιῶ ἐν γνώσει τὸ κακὸν καὶ πρὸς ἐρεθισμὸν ἁμαρτάνω.
Ὁ Ἠσαῦ τόπον μετανοίας οὐχ εὗρεν, ἐπειδὴ πρὸς ἐρίθειαν τὴν ἁμαρτίαν ἐπεσπάσατο, καὶ μὴ συναρπασθεὶς ἥμαρτεν·
οὐ γὰρ κατὰ πλάνην, ἀλλὰ κατὰ γνῶσιν.
Καὶ νουθετούμενος, καὶ γονεῖς παρεπίκρανε (καὶ) τὸν Θεὸν οὐκ ᾐσχύνθη.
Καὶ Ἰούδας ὁ προδότης τόπον μετανοίας οὐχ εὗρεν, ὅτι μετὰ τοῦ Κυρίου ὢν ἥμαρτε, καὶ εἶδεν ὃ ἔπραττεν, ἐπειδὴ ἔσχε πεῖραν τῆς χάριτος.
Οὐκοῦν ἐπὶ ταῖς ἐν γνώσει ἁμαρτίαις μου, τί ἂν ἐγὼ προσδοκήσω ὁ ἄθλιος;
Εἰ δὲ καὶ ἔστιν ὁ λογισάμενος μόνον τὸ κακὸν ἶσος τοῦ πράξαντος, τί ἂν ἐγὼ ἀπολογήσωμαι διὰ τὰ ἄπειρα πλήθη τῶν ἐμῶν ἀνομιῶν;
Ὁ Χὰμ ἐννοήσας γέλωτα πατρός, ἀπεβλήθη.
Οἱ τῷ Κορὲ συναινέσαντες κατεπόθησαν, μηδὲν εἰπόντες τὸ σύνολον ἢ πράξαντες.
Καὶ οἱ ἐπὶ τοῦ Ἠλιοὺ ὁμοίως ἔπαθον.
Καὶ Σαοὺλ λογισμοῖς εἰδωλολατρίας συνθέμενος ἀπεβλήθη.
Καὶ Ἀχιτόφελ μόνον συμβουλεύσας ἐν τῇ ἁμαρτίᾳ ἀπέθανε.
Καὶ οἱ υἱοὶ Ἀαρὼν πλημμελήσαντες τεθνήκασι.
Καὶ οἱ περὶ τὴν Σάπφειραν καταφρονήσει συνδιατρίβοντες, καιροῦ μετανοίας οὐκ ἔτυχον.
Κατανοῶ μου τὴν πρᾶξιν, καὶ προσέχω μου τὴν συγκατάθεσιν, καὶ ἀπεκδέχομαι τῆς δικαιοσύνης τὴν ῥοπήν, καὶ ἐρῶ δικαίαν εἶναι σαφῶς.
Τί τὸ σχῆμα πλανᾷ με ξένον ὄντα τῶν ἀρετῶν, καὶ τὰ ἐναντία ποιοῦντα ἐνώπιον τοῦ τὰ πάντα ἐφορῶντος Θεοῦ;
Καλῶς οἱ Φαρισαῖοι ἔπασχον ἐλεγχόμενοι, τοῦ Σωτῆρος Χριστοῦ λέγοντος ἐπίπλαστον εἶναι αὐτῶν τὸ σχῆμα.
Κἀμοὶ δὲ συμβαίνει ὡς ἐπὶ τὸ πλεῖστον ἡ τοσαύτη δυσκολία, ὅτι ὑπὸ τῆς συνειδήσεώς μου ἐλεγχόμενος ἀηδίζομαι, καὶ τραχὺς εἶναι ὁ ἔλεγχός μοι δοκεῖ.
Πικρόν ἐστιν ἡ ἀλήθεια τοῖς λανθάνειν σπουδάζουσιν.
Ἀποκαλύψομαι τὸ σχῆμα, καὶ φανήσονταί μου οἱ σκώληκες·
καὶ διελῶ τὸ προσωπεῖον τοῦ κονιάματος, καὶ ὄψονται οἱ παρόντες τοῦ τάφου τὴν ἐπίθεσιν, καὶ τὴν δύναμιν τῆς ἡμετέρας πράξεως σκέψονται, καὶ θεάσονται τὴν φαρισαϊκὴν ὁμοιότητα.
Ὅτι δὲ κἀνταῦθα σαφῆ μὴ γίνεται, τὸ πῦρ δοκιμάσει ἐν τῇ κρίσει, καθώς φησιν ὁ Ἀπόστολος.
Ὄρεξόν μοι χεῖρα βοηθείας ἐν ἐδάφει κυλινδουμένῳ, Κύριε·
θέλων γὰρ ἀναστῆναι οὐ δύναμαι, διότι τὸ φορτίον τῆς ἁμαρτίας κατεβάρησέ με, καὶ ἡ πονηρὰ συνήθεια κατέχει με.
Βλέπω, καὶ ὡς ἐν γνόφῳ περιπατῶ καὶ ἐν σκότει πολλῷ.
Τείνω μου τὴν χεῖρα, καὶ ὥσπερ παράλυτός εἰμι.
Εὔθυμός εἰμι, καὶ ἀηδίζομαι.
Εὔχομαι καταλλαγῆναι, καὶ νηστεύων συνέχομαι.
(Προαίρεσιν καλὴν ἔχω, ἀλλ' ὑπό τινος βίας ἐμποδίζομαι).
Πρὸς δοξολογίαν φιλόπονός εἰμι, ἀλλ' οὐκ εἰπραττόμενος τὴν τοῦ Θεοῦ εὐαρέστησιν.
Πῶς τολμήσω ἄφεσιν αἰτήσασθαι ὑπὲρ τῶν προτέρων μου ἁμαρτιῶν, τῆς προτέρας μου ἀναστροφῆς μηδαμῶς ἐπιλανθανόμενος;
Ἢ πῶς ἐκδύσωμαι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον, τὰς ἐπιθυμίας τῆς πρὶν ἀπάτης μὴ ἀποθέμενος;
Οἴμοι, πῶς ὑποίσω τοὺς ἐλεγμοὺς τῶν ἀθεμίτων μου ἔργων καὶ λογισμῶν!
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου.
Στόμα ἀνάξιον βοᾷ πρὸς σέ, ∆έσποτα, καὶ καρδία οὐ καθαρά, καὶ ψυχὴ ἐν ἁμαρτίαις σπιλωθεῖσα.
Ἐπάκουσόν μου διὰ τὴν ἀγαθότητά σου, καὶ μὴ ἀπώσῃ τὴν δέησίν μου·
οὐ γὰρ ἀπορρίπτεις δέησιν τῶν μετανοούντων ἐν ἀληθείᾳ.
Ἐμοῦ δὲ ἡ μετάνοια οὐ καθαρὰ ὑπάρχει, ἀλλὰ διεφθαρμένη.
Ὥραν μετανοῶ, καὶ δύο παροργίζω.
Στήριξόν μου τὴν καρδίαν ἐν τῷ φόβῳ σου, Κύριε.
Στήριξόν μου τὴν ψυχὴν ἐπὶ πέτραν μετανοίας.
(Νικησάτω ἡ ἀγαθότης σου τὴν ἐν ἐμοὶ κακίαν.)
Νικησάτω τὸ φῶς τῆς χάριτός σου τὸ ἐν ἐμοὶ σκότος.
Παρακλήθητι, ἀγαθὲ Κύριε, οὐ διὰ τὰς δικαιοσύνας μου, οὐ γὰρ ἔχω τι ἀγαθόν, ἀλλὰ διὰ τοὺς οἰκτιρμούς σου, καὶ διὰ τὴν πολλήν σου καὶ ἄφατον ἀγαθότητα.
Ἀνέγειρόν μου τὰ μέλη, ἃ κατέρραξεν ἡ ἁμαρτία, καὶ φώτισόν μου τὴν καρδίαν, ἣν ἐσκότισεν ἡ πονηρὰ ἐπιθυμία.
Ῥῦσαί με ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ μὴ εἰς τέλος καταβάλῃ με ὁ ἐξεναντίας.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ.
Μὴ εἴπῃς μοι, ἀμὴν λέγω σοι, οὐκ οἶδά σε.
Σῶσον, Κύριε, ψυχὴν τεθλιμμένην ἐκ θανάτου, ὁ ἔχων ἐξουσίαν ζωῆς καὶ θανάτου.
Σὺ γὰρ εἶπας, ∆έσποτα·
αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν.
Καθάρισόν με, Κύριε, ἀπὸ πάσης ἁμαρτίας πρὸ τοῦ τέλους, καὶ δώρησαί μοι, φιλάνθρωπε, ἐν ὅλῃ μου τῇ μικρᾷ ταύτῃ ζωῇ πηγάζειν ἀπὸ καρδίας δάκρυα πρὸς κάθαρσιν τῶν ψυχικῶν μου μολυσμάτων, ἵνα δυνηθῶ ἀποδοῦναι ἐντεῦθεν ἐκ τῶν πολλῶν μου γραμματίων κἂν ὀλίγα ἐγκλήματα·
κἀκεῖ σωθήσομαι ἐν τῇ σκέπῃ τῆς παντοδυνάμου χειρός σου, ὅταν τρέμῃ πᾶσα ψυχὴ ἀπὸ τῆς δόξης σου τῆς φοβερᾶς.
Ναί, ∆έσποτα, Υἱὲ τοῦ Θεοῦ μονογενές, εἰσάκουσον καὶ πρόσδεξαι δέησιν ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου.
(Ἁμαρτωλός εἰμι ἐγὼ ὑπὲρ πάντα ἄνθρωπον,) δωρεὰν σῶσόν με τῇ χάριτί σου, ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Δευτέρα, 26 Σεπτεμβρίου 2016

Πέμπτη, 22 Σεπτεμβρίου 2016

Προσευχή γιά τήν ἀρχή τῆς σχολικῆς χρονιᾶς Κύριε καί Θεέ μου, Ἐσύ πού εἶσαι ὁ ὁδηγός τῆς ἀληθινῆς σοφίας καί χορηγός τῆς σύνεσης, στεῖλε σέ μᾶς τούς ταπεινούς δούλους Σου πνεῦμα σοφίας καί σεβασμοῦ πρός Ἐσένα καί φώτισε τά μάτια τῆς ψυχῆς μας μέ τό φῶς τῆς δικῆς Σου γνώσης. Ταπεινά σέ παρακαλοῦμε νά ἀρχίσουμε νά μελετοῦμε τά μαθήματά μας χωρίς δυσκολίες καί ἐμπόδια, ὥστε νά προοδεύουμε στή σοφία καί τήν ἀρετή ὅλες τίς μέρες τῆς ζωῆς μας, νά ἀποτελοῦμε στολίδι καί καύχημα τῆς ὀρθόδοξης Ἐκκλησίας μας καί νά δοξάζουμε καί τιμοῦμε τό πανάγιο ὄνομά Σου. Γιατί εἶναι τέλειο κάθε δῶρο πού προέρχεται ἀπό Σένα πού εἶσαι ὁ Πατέρας τῶν φώτων. Ἀμήν. Πηγή: Χαρούμενοι Αγωνιστές

Προσευχή γιά τήν ἀρχή τῆς σχολικῆς χρονιᾶς

Κύριε καί Θεέ μου, Ἐσύ πού εἶσαι ὁ ὁδηγός τῆς ἀληθινῆς σοφίας καί χορηγός τῆς σύνεσης, στεῖλε σέ μᾶς τούς ταπεινούς δούλους Σου πνεῦμα σοφίας καί σεβασμοῦ πρός Ἐσένα καί φώτισε τά μάτια τῆς ψυχῆς μας μέ τό φῶς τῆς δικῆς Σου γνώσης. Ταπεινά σέ παρακαλοῦμε νά ἀρχίσουμε νά μελετοῦμε τά μαθήματά μας χωρίς δυσκολίες καί ἐμπόδια, ὥστε νά προοδεύουμε στή σοφία καί τήν ἀρετή ὅλες τίς μέρες τῆς ζωῆς μας, νά ἀποτελοῦμε στολίδι καί καύχημα τῆς ὀρθόδοξης Ἐκκλησίας μας καί νά δοξάζουμε καί τιμοῦμε τό πανάγιο ὄνομά Σου. Γιατί εἶναι τέλειο κάθε δῶρο πού προέρχεται ἀπό Σένα πού εἶσαι ὁ Πατέρας τῶν φώτων.
Ἀμήν.
Πηγή: Χαρούμενοι Αγωνιστές

Τετάρτη, 21 Σεπτεμβρίου 2016

Ο Σεβ. Μητροπολίτης Χίου κ. Μᾶρκος ἐπέδωσε τιμητικῶς στὸν Παναγιώτατο Μητροπολίτη Θεσσαλονίκης κ. Ἄνθιμο, γιὰ τὴν μεγάλη του προσφορὰ πρὸς τὴν Ἐκκλησία καὶ τὴν Πατρίδα τὸ ἀνώτατο παράσημο τῆς Ἐκκλησίας τῆς Χίου

Ο Σεβ. Μητροπολίτης Χίου κ. Μᾶρκος ἐπέδωσε τιμητικῶς στὸν Παναγιώτατο Μητροπολίτη Θεσσαλονίκης κ. Ἄνθιμο, γιὰ τὴν μεγάλη του προσφορὰ πρὸς τὴν Ἐκκλησία καὶ τὴν Πατρίδα τὸ ἀνώτατο παράσημο τῆς Ἐκκλησίας τῆς Χίου

ΕΛΛΗΝΙΚΗ ΔΗΜΟΚΡΑΤΙΑ
ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

Βογατσικοῦ 7 - 546 22 Θεσσαλονίκη , τηλ. 2310-229.871.

Ἐν Θεσσαλονίκῃ τῇ 20-9-2016.
 
ΔΕΛΤΙΟ   ΤΥΠΟΥ
 
    Σήμερα τὸ πρωΐ Τρίτη, 20 Σεπτεμβρίου 2016, ἡ τοπική μας Ἐκκλησία, εἶχε τὴν εὐλογία καὶ τὴν χαρὰ νὰ δεχθῇ τὴν ἐπίσκεψη τοῦ Σεβασμιωτάτου Μητροπολίτου Χίου, Ψαρῶν καὶ Οἰνουσσῶν κ. Μάρκου. Τὸν Σεβασμιώτατο ὑπεδέχθησαν ἐγκάρδια στὸ ἘπισκοπεῖοΠαναγιώτατος Μητροπολίτης Θεσσαλονίκης κ. Ἄνθιμος καὶ οἱ συνεργάτες του κληρικοὶ καὶ λαϊκοί, ὁ ὁποῖος κατὰ τὴν προσλαλιά του ἐξεφράσθη φιλαδέλφως, καὶ ὑπενθύμισε περιχαρὴς πρὸς ὅλους τὴν ἀπὸ παλαιόθεν γνωριμία του μὲ τὸν Σεβ. Χίου, ἀκόμη ἀπὸ τὴν περίοδο τῶν φοιτητικῶν του χρόνων. Ἐτόνισε τὴν συνεργασία τους στὴν διακονία τῆς Ἐκκλησίας καὶ ἰδιαιτέρως στὰ Γραφεῖα τῆς Ἱερᾶς Συνόδου. Ἀκολούθως ὁ κ. Μᾶρκος ἀφοῦ εὐχαρίστησε τὸν Παναγιώτατο γιὰ τὰ ὅσα τοῦ ἐνέπνευσε μὲ τὸ παράδειγμά του, ὡμίλησε μὲ συγκίνηση γιὰ τὴν ἐμπειρία του ἀπὸ τὸ μεγάλο πνευματικό, κοινωνικὸ καὶ θρησκευτικὸ ἔργο ποὺ ἐπιτελεῖ ὁ κ. Ἄνθιμος.
   Στὸ τέλος ὁ Σεβ. Μητροπολίτης Χίου κ. Μᾶρκος ἐπέδωσε τιμητικῶς στὸν Παναγιώτατο Μητροπολίτη Θεσσαλονίκης κ. Ἄνθιμο, γιὰ τὴν μεγάλη του προσφορὰ πρὸς τὴν Ἐκκλησία καὶ τὴν Πατρίδα τὸ ἀνώτατο παράσημο τῆς Ἐκκλησίας τῆς Χίου, δηλαδὴ τὸν σταυρὸ τοῦ ἁγίου Ἰσιδώρου, καὶ συγχρόνως μὲ μεγάλη χαρὰ ἐπαρουσίασε σὲ νέα ἔκδοση μία παλαιὰ ὡραιοτάτη ἐργασία τοῦ Παναγιωτάτου, κατὰ τὰ χρόνια τῆς φοιτήσεώς του στὴ Φιλοσοφικὴ Σχολὴ τοῦ Πανεπιστημίου τῶν Ἀθηνῶν μὲ ἀντικείμενο τὴν κριτικὴ ἔκδοση τοῦ ὕμνου τοῦ ἁγίου Ῥωμανοῦ τοῦ Μελῳδοῦ στὸν ἅγιο ἔνδοξο Πρωτομάρτυρα καὶ Πρωτοδιάκονο Στέφανο.
    Στὴ συνέχεια οἱ δύο Ἀρχιερεῖς μετέβησαν στὸ Χαρίσειο Γηροκομεῖο στὴν περιοχὴ τῆς Τούμπας Θεσσαλονίκης ὅπου ὁ κ. Ἄνθιμος ἐξενάγησε στοὺς νέους χώρους τοῦ Ἱδρύματος τὸν κ. Μᾶρκο καὶ τὸν ἐνημέρωσε σχετικῶς γιὰ τὸ μεγάλο φιλανθρωπικὸ ἔργο ποὺ ἐπιτελεῖται στὴν τοπική μας Ἐκκλησία, ἀπὸ ὅλα τὰ Ἱδρύματά μας, καὶ ἰδιαιτέρως μὲ τὰ 17 συσσίτια στὶς ἐνορίες μας, μὲ τὴν συνεργασία τῶν κληρικῶν μας καὶ τῶν λαϊκῶν συνεργατῶν μας.
 
Ἐκ τῆς Ἱερᾶς Μητροπόλεως Θεσσαλονίκης.
 http://www.imchiou.gr/

Σάββατο, 17 Σεπτεμβρίου 2016

Προσκόλληση στον Πλάστη

«Εκολλήθη η ψυχή μου οπίσω Σου, εμού δε αντελάβετο η δεξιά Σου »
(Ψαλμ. ξβ΄ 9)
Πεφιλημένε μοι Κύριε, ακούων τους λόγους τούτους εξερχομένους εκ της καρδίας του θείου Δαβιδ καταλαμβάνομαι υπό λύπης και αθυμίας · διότι ορώ την καρδίαν μου διατεθειμένην προς σε όλως αδιάφορον και αυχμώσαν και προς τα κάτω, τα γήινα και φθαρτά, προσκεκολλημένην. Αλλά και η λύπη αύτη, Κύριέ μου, μικρά εστι λίαν και διαλείπουσα, ότι η γνώσις, ην περί σου έχω, ελαχίστη τυγχάνει και αμυδρά. Αλλ’ έως πότε, ερασμιώτατέ μοι Κύριε, η κατάστασις αύτη διαμένει εν εμοί; έως πότε έσομαι τοιούτος οίος ειμι; Πάντες οι πατέρες μου κατενόησάν σε και ηγάπησάν σε, εγώ δε στερούμαι αμφοτέρων · πάντες οι άγιοί σου ηρνήθησαν τα πάντα και προσεκολλήθησαν εις σε μετά φόβου και χαράς · εγώ δε ο άθλιος ουδέν τοιούτον μέχρι του νυν εδοκίμασα· εν πάσαις γαρ ταις περιστάσεσει καθ’ άς πρέπει αναφαίνεσθαί με αφωσιωμένον και πεποιθότα εις σε, ορώ εμαυτόν ταραττόμενον και σφόδρα ενδιαφερόμενον και διά τα μηδαμινώτατα. Ευρίσκομαι, Κύριέ μου, εν τη αθλία ταύτη καταστάσει, διότι αγνοώ σε, το όντως αγαθόν, αγνοώ σε, την πηγήν της ζωης και της δόξης, αγνοώ σε, τον ανεκτίμητον θησαυρόν, όστις ουκ ανταλλάσσεται δι’ όλων. Κυλίομαι κάτω εν τοις εφημέροις και φθαρτοίς ως ο σκώληξ εν τη κόπρω και ως ο χοίρος εν τω βορβόρω · διότι ου δύναμαι κατιδείν το έκλαμπρον και πλήρες χαρίτων πρόσωπόν σου. Ανιώμαι και τήκομαι διά τα άξια περιφρονήσεως και αποστροφής, διότι τυφλός τυγχάνει ο νους μου και ορά τα φαινόμενα και τα δοκούντα · τα δ’ αληθή και πραγματικά ουδόλως νοεί και βλέπει. Επεθύμουν σφόδρα, Λόγε μου, θεραπευθήναι και απαλλαγήναι εκ πάντων ων κατέχομαι κακών και όλως αφοσιωθήναι εις σε και κολληθήναι οπίσω σου, ον τρόπον εκολλήθη και η ψυχή του θειοτάτου Δαβίδ. Αλλ’ αι ψευδείς δόξαι των ανθρώπων, και αι αφανείς παγίδες του διαβόλου κατέχουσί με αιχμάλωτον και δέσμιον. Εφίεμαι, Λόγε μου, κολληθήναι οπίσω σου αναποσπάστως, ως εκολλήθη ο κατά πάντα μιμητής σου θείος Παύλος, και αναφωνείν μετ’ αυτού «τις ημάς χωρίσει από της αγάπης του Χριστού…;», αλλ’ η εν εμοί οικούσα αμαρτία φραγμός εστιν ανυπέρβλητος, κωλύων με επιτυχείν της εφέσεως. Ιμειρόμην, Χριστέ μου, αιχμαλωτισθήναι και τρωθήναι υπό της αγάπης σου, ως ετρώθη και ηχμαλωτίσθη η τεκούσα σε μήτηρ, αλλά το περικαλύπτον με σκότος και η της καρδίας μου ακαθαρσία ποιούσι με ψυχρόν και νεκρόν. Αποσόβησον ουν πάντα τα κωλύοντά με, όπως προσκολληθώ όλος σοί, τω ποιητή μου και πλάστη μου. Αμήν